πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις 'ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος ;’ Τὴν Καλαύρειαν1 Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθον2 καὶ Ὑπέραν3 αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδ᾽ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον4 οἶνον ἔπινες.