πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.[p. 200] ‘τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ σε Μνασιγείτων φησὶν Ὑπέρας1 ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν2 κατὰ ζήτησιν
αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον3 ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν
οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ