Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν
‘ἀφάβρωμα δι᾽’
ἐκείνην ὠνόμασε. δοκεῖ δὲ
τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι:
πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε.
‘τίς ὁ δορίξενος1;’
τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο
[p. 196]
δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι.2 τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφ᾽ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν,
1 δορίξενος] δορύξενος in nearly all mss.
2 Τριποδίσκιοι van Herwerden: τριποδισκαῖοι or τριποδισκοῦνοι.