Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ ‘βύσιος’
μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δ᾽ ἀληθὲς οὐκ ἔχει οὕτως: οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες ‘Βίλιππον1’
καὶ
‘βαλακρὸν’
καὶ ‘Βερονίκην’
λέγοντες, ἀλλ᾽ ἀντὶ τοῦ π: καὶ γὰρ τὸ πατεῖν ‘βατεῖν’
καὶ τὸ
πικρὸν ‘βικρὸν’
ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ ‘βύσιος,’
ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ: τοῦτο2 γὰρ ἒννομον3 καὶ πάτριον.
ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον,