Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐφεσίων χώρας εἰς Σάμον διέπλευσαν: ὁ δὲ
ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον,
ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν; τῶν δ᾽ ἐλεφάντων1 ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ
τὰ ὀστᾶ δείκνυται αὐτῶν: τινὲς δὲ λέγουσι καὶ τὸ
Φλοιὸν ὑπ᾽2 ἐκείνων ῥαγῆναι φθεγγομένων μέγα τι καὶ διάτορον.
‘ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται;’
τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου