Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι: καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ
κατοικῆσαι,1 ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμειγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν
παρ᾽ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες
γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ‘ἴωμεν εἰς Ἀθήνας.,,’
‘διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ
παραγίγνεσθαι πρὸς αὐτάς;
’
1 κατοικῆσαι] κατοικεῖν all mss. but one (E), but cf., for example, 297 b.