Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς γῆς ἐπανάγοντες: κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτ᾽ ‘ἀειναῦται’
προσηγορεύθησαν.
‘τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ
Πυρσόφιον τόπον ‘ἀκμαίων λέσχην’
καλοῦσι;’
τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν
διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δ᾽ αὐτὸν ἀντεγκαλεῖν τοῖς
Ἀχαιοῖς. ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν: δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.