Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν εἶτα πολλὴν κατὰ Πλάτωνα καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, διαφθαρέντες παντάπασι τὰ τά ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς: εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθ᾽
ὕβρεως ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν
[p. 198] δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, ‘παλιντοκίαν τὸ’
γινόμενον προσαγορεύσαντες.
‘τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε
’