Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατασκευάσας τὴν θεὸν ἀφ᾽ ἑαυτοῦ προσηγόρευσεν.
εἰ δὴ τοῦτ᾽ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολλοὺς δὲ σῶσαι δι᾽ ἑνὸς ἡ θεὸς θελήσασα.
‘διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ
χαριδότῃ θύωσι, κλέπτειν ἐφεῖται τῷ βουλομένῳ καὶ λωποδυτεῖν;’
[p. 242]
ὅτι κατὰ χρησμὸν ἐκ τῆς νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο: καὶ μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν νῆσον, ἐκράτησαν τῶν πολεμίων.1
‘ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται;’
ἢ ὅτι φεύγουσαι Διόνυσον2 αἱ Ἀμαζόνες ἐκ τῆς