Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προσώπου τῆς καλύπτρας. αἱ δὲ γεγαμημέναι δι᾽ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.
‘διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς
ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν ;’
ἢ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ
ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;
‘διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;’
ἢ ὅτι τοὺς πρώτους ὑπ᾽
Ἰνάχου καταχθέντας
ἐκ τῶν ἄκρων1 εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ