Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ὁ παρὰ δρυῒ σκότος’
διὰ τὸ παῖδας αὐτῶν καὶ
πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.
‘τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;’
Τυρρηνοὺς
φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτ᾽ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι
ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας: ἐκ δ᾽
ὑποψίας
καὶ διαβολῆς πάλιν ἀναγκασθέντας1 ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι,
1 ἀναγκασθέντας Wyttenbach: ἀναγκασθέντες.