Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μέγα βοήσας1 Ἀνδρίων ἔφη παισὶν αἰχμῇ
προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν
Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δ᾽
οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν
ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ
Ἄνδριοι κατ᾽ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις
μήτε λαβεῖν παρ᾽ αὐτῶν καὶ διὰ τοῦτο
προσηγόρευσαν ‘ἀκτὴν Ἀραίνου,2’
πρότερον
ὀνομαζομένην Δράκοντος.
‘διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν
Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον
ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;’