Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολιτεύεσθαι μὲν αὐτοὺς καθ᾽ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων,
οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες: ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδ᾽ ἀφαιρεῖσθαι.
‘τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;’
Κόθος καὶ Αἶκλος1 οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν
ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ
πράξειν ἐν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς οὖν μετ᾽
ὀλίγων2 ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλατταν: