Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δ᾽ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες,
κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται’
τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ
Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι
τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον
ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς. πολεμίους τὸ τοῖς
φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι: τὸ γὰρ πρὸς τοὺς θεοὺς
οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ
ἀπ᾽ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δ᾽ ἄλλο τι λέγειν χρή, σκόπει μὴ
μόνον ἐκεῖνο δεῖ ζητεῖν, δι᾽ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται
[p. 257] θάτερον δ᾽ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.