Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ παρασκευαζόμενοι τὴν
ἡμέραν ἐκείνην διετέλουν. ἢ καθάπερ ἔτι
νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ
καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς
ἐνεργούς, ἀλλ᾽ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων
δυσχερῆ καὶ ἀβούλητα φερόντων;
‘διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς
κεκρυφάλους;᾽’ πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ
σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας
ἑαυτοὺς τοῦτο ποιεῖν: ἤ, καθάπερ τὸ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.