Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς
αὑτοὺς: ἐφοβοῦντο ταὐτὸ 1 παθεῖν ὑφ᾽ ἑτέρων: ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν,
ἕτεροι δ᾽ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες,
οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι
θεοῦ καὶ βεβαιοτάτην φρουρὰν ἢ καθάπερ Ὁμήρῳ 2
πεποίηται τὸ ‘γαῖα δ᾽ ἔτι 3 ξυνὴ πάντων’ ὅπως
οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς
ἔχοντας, οὔτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι,
βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.