Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δ᾽
ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται;’
τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν.
εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής
ἐστιν, ὅτι τοῦ Διομήδους παρεξιόντος
ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς πολεμίους τὸ
[p. 22] τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι: τὸ γὰρ πρὸς ' τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν
ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπ᾽ ἐκείνου μεμένηκε
τηρούμενον.
εἰ δ᾽ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, δι᾽ ὃ τοὺς θεοὺς προσκυνοῦντες
ἐπικαλύπτονται, θάτερον δ᾽ ἀκόλουθόν ἐστι. τῶν γὰρ