Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ οἱ δοῦλοι
πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν
ἐπιτηδεύουσιν;᾽’ ἦ διὰ τὸ 1 Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν
ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς
ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων
προῆλθεν;
‘διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;᾽’
πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων γυναικῶν,
ὥσπερ ἄλλα πολλά, καὶ τοῦτ᾽ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις
ὑπάρχειν; ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.