Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλοι δ᾽ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δ᾽ Ἰανουάριον ἑνδέκατον,
τὸν δὲ Φεβρουάριον δωδέκατον; ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς
φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ
γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ
πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων. πιθανώτεροι δ᾽ εἰσὶν
οἱ λέγοντες, ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος
ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε
τῶν μηνῶν, ἐπώνυμον ὄντα τοῦ Ἄρεος: Νομᾶς 1 δ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.