Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἢ ὡς Κάστωρ 1 λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν,
τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν
καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενον
ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρισιν.
‘διὰ τί δὲ τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;᾽’ πότερον
ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν, ἡ δὲ
τοῦ Κρόνου θυσία παμπάλαιός; ἐστιν: ἢ ὅτι τοῖς οὐρανίοις
ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ
ὅτι τῆς ἀληθείας οὐδὲν ἐπίκρυφον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι
Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι;
‘διὰ τί, δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;᾽’ πότερον,
ὥσπερ ἔνιοι τῶν φιλοσόφων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.