Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοῖς δὲ θήλεσιν ὀγδοαίοις
τὰ ὀνόματα τίθενται;᾽’
ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν
ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται
πρότερον τοῦ ἄρρενος. τῶν δ᾽ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν ἡ
γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα 1 καὶ τὸν ὀμφαλόν: ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις: ἕως δ᾽ 2
ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ
Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν
ἐνόμιζον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.