Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μηκυνομένης τῆς
προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν 1 διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον
οὐδ᾽ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα
πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων
ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ
ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν
ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδεκται, 2
σκόπει τὸν ‘ὡράτορα’ προτρεπτικόν τινα
καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως [p. 281]
ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.