Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὔανδρον ἐκ τῆς Ἑλλάδος
φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν
μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.
‘διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν, ἔτι τὴν
παιδικὴν ἡλικίαν ἐχόντων;᾽’ ἦ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε,
τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς
μηδ᾽ ἀτάκτως ἀλλὰ μετ᾽ εὐλαβείας ταῖς
ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς
ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι
καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων: ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες,
ὥς φησιν ὁ Πλάτων, 1 ἐνταῦθ᾽ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.
‘διὰ τί, τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.