Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐχ ἕξομεν ἰσημερίαν, ἀλλ᾽ ἣν μάλιστα τῇ
ἡμέρᾳ νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς
ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δ᾽ αὖ πάλιν οἱ
μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, [p. 303] τὸ
τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι
καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γάρ, ἔτι πολλοῦ
φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλ᾽ ἔτι νύκτα εἶναι.
ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ
ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ
ἀντιμεσουρανοῦν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.