Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ
Φυλλίδας, δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς
Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος 1
καὶ περὶ τῆς ... 2 γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας
ἐμβαλὼν, ὡς ἀφιξομένης εἰς τὸν πότον, 3 ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ
ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν.
ὀψὲ δ᾽ ἤδη τό τε 4 ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν
πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ
Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι
δ᾽ ἄλλους: ἐσχίσθησαν γὰρ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.