Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πρῶτον μὲν
ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ σιεινομένην τέως, καὶ πλείονα
γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον 1 ἔπειτα κατακούειν
ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν
ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν
οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατ᾽ ἀλλήλων
ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ 2 βαφὴν ἄγειν 3 τῷ φωτὶ
ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους
μεγέθει δ᾽ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας
ἀλλ᾽ ὁμοίως κυκλοτερεῖς: οἴεσθαι δὲ [p. 527] ταύταις τὸν
αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν 4 εἶναι γὰρ ὁμολογουμένην 5 τῇ τῆς
κινήσεως λειότητι ’
1 ἐκπεταννύμενον Basileensis: ἐκτεταννυμένον
2 ὥσπερ] ὥστε ὥσπερ Herwerdenus
4 lac. 6 E 8 B
5 ὁμολογοῦσαν R
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.