Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ‘’ ἔφη ‘ποιοῦμεν,
ὦ Καφεισία; προϊέμεθα 1 τὴν
πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν;’
‘ἥκιστ᾽’ ἔφην ἐγώ ‘τὴν φίλην καὶ ‘ἀγαθὴν κουροτρόφον :’ ἀλλ᾽
ἄμυνε σὸς γὰρ ὁ λόγος.’
2
‘καὶ μὴν ἐγώ’ εἶπεν ‘ὦ πάτερ, ταύτῃ μόνον 3 τὴν οἰκίαν
ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς
μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς
ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵν᾽
ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας:
ὁπηνίκα δ᾽ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδ᾽ ὡς βαφὴν ἀνίησι τὴν
πάτριον πενίαν,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.