Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐγκεκλίσθαι τὴν
θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ 1
κατεφαίνετο: δύο δ᾽ [p. 528] αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς
ἐμβάλλοντας 2 ἐναντίους ποταμοὺς δεχομένας, ὡς 3 ἐπὶ πλεῖστον
ἀνακοπτομένην κοχλάζειν 4 καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν
οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ: κάτω δ᾽
ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας,
φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλ᾽
ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις: ὅθεν ἀκούεσθαι μυρίας μὲν
ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ
κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους
δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.