Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εἰς ὃ
ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς
αἰτίας ἤδη διῆλθον, ὑφ᾽ ὧν ἔπλευσα δεῦρο: βούλομαι δὲ καὶ τούτοις
1 διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ
ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι 2 τῶν Πυθαγορικῶν στάσει
κρατηθέντων, τοῖς δ᾽ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν
οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ
διέφθειραν ἐν ταὐτῷ 3 πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων
ὄντων ἔτι ῥώμῃ 4 στεγμαννυς. νιηιλ οπυσκαὶ κουφότητι διωσαμένων
τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς
ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους
καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δ᾽ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν
χρόνον: πλήν γε δὴ Γοργίας ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.