Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον
ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα
καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι
καὶ παρ᾽ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς: καὶ πάλιν ὡς
Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν 1 καταλαβεῖν καὶ τῆς εἰς
Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντ᾽ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν
ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου
τυχόντ᾽ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα
τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.