Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ σῶμα:
1 Φυλλίδας
δ᾽ ἐπεισελθὼν μεθ᾽ Ἱπποσθενείδου καὶ κελεύσας
ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ
περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ ‘μή τι
καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν’ εἰπόντος, ἐμοὶ ‘μὲν
οὐδέν’ ἔφη ‘καινόν, ὧ Καφεισία:
καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν,
δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν.’
ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας ‘μὴ λέγε πρὸς
θεῶν’ ἔφη ‘Φυλλίδα, ταῦτα: μηδὲ τὴν
προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν:
ἀλλ᾽ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.