Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ
κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ
ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δ᾽ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν
ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει.’
‘καὶ τίς ἄν’ εἶπον ‘ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφ᾽ ὧν λέγεις
τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.’
‘οὐ γὰρ οὖν’ εἶπεν ὁ Φειδόλαος: ‘ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα: νυνὶ δ᾽
ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις
πλεῖον 1 ἐξάγγειλον ἡμῖν: λέγονται [p. 496]
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.