Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἡμῖν ἀπ᾽ Αἰγύπτου περὶ
Καρίαν Δηλίων τινὲς ἀπήντησαν, δεόμενοι
Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς; ἄτοπον ὑπὸ τοῦ θεοῦ
προβεβλημένον. [p. 497] ἦν δὲ 1 χρησμὸς, Δηλίοις καὶ τοῖς ἄλλοις
Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ
βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν
τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες
῾ἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης, ἔλαθον τῇ αὐξήσει
τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι, δι᾽ ἀπειρίαν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.