Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔφη ‘νυκτερεύσαντα
περὶ 1 τὸν
τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν
ἀπολουσόμενον, εἶτ᾽ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς: πρὶν δ᾽ ἐντυχεῖν
ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος
ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι
νύκτωρ ὑπεναντιωθείη δαιμόνιον.’ ὁ μὲν οὖν πατὴρ ταῦτ᾽ εἰπὼν
ἐσιώπησεν.
ὁ δὲ Γαλαξίδωρος ‘ὦ Ἡράκλεις’ εἶπεν ‘ὡσἔργον ἐστὶν εὑρεῖν
ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας.
οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται δι᾽ ἀπειρίαν ἢ
δι᾽ ἀσθένειαν: οἱ [p. 499] δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες
εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ
τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.