Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀλλὰ καίπερ ὢν
μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν
γένοιτο τῶν [p. 509] χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου
καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς
χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δ᾽, ὦ πάτερ,
Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν
ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν,
εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον
τὸν πλοῦτον ‘’ ἄπαγ᾽’ : εἶπεν ὁ πατήρ ὦ ‘παῖ: μηδέποτε
τοιαύτην ἐπίδοιμι μετακόσμησιν .’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.