Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ 1 σημεῖον ἀλλὰ τραγικῶς πάνυ τὸ δαιμόνιον
ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ
Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ 2 σημαίνειν ἔλεγεν:
ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ
βαλόντος, μεμετρῆσθαι δ᾽ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ
ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου
τὸ ἔργον, ἀλλ᾽ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον:
ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον: ἀλλ᾽ ὅπερ
εἶπον, εἴ τι Σιμμίας ἔχοι λέγειν, ἀκουστέον, ὡς εἰδότος
ἀκριβέστερον. ’
καὶ ὁ Θεόκριτος ‘πρότερόν γ᾽’ ἔφη ‘τοὺς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.