Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ διασπείρουσι. τὸ δ᾽
Ἀπόλλωνος οὐ κατεῖδες 1’ εἶπεν ‘οὐδὲ κατιδεῖν ἔσῃ δυνατός
ἀνωτέρω γὰρ οὐκ ἐπιδίδωσιν οὐδὲ χαλᾷ τὸ τῆς ψυχῆς ἐπίγειον ἀλλὰ
κατατείνει τῷ σώματι προσηρτημένον’ ἅμα δ᾽ ἐπειρᾶτο προσάγων
ἐπιδεικνύειν αὐτῷ τὸ φῶς ἐκ τοῦ τρίποδος,
ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν.
καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλ᾽ ἤκουε παριὼν
φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς
ἔοικε, τῆς ἐκείνου τελευτῆς. ἔλεγε δ᾽᾽ ὁ
δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης: ᾁδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων
ἐν τῷ προσώπῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.