Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κύῃ τις, ἀλλὰ
πρᾶξιν ἢ βουλὴν ἀπόρρητον εἰς φῶς ἡλίου
δυνατὸς ᾖ προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον
ἢ σωτηρίου γνώμης γενόμενος σύμβουλος ἢ χρείας εὑρετὴς ἀναγκαίας,
οὐκ ἀμείνων ὁ περιμείνας 1 τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος;
ἐμοὶ μὲν γάρ’ ἔφην ‘δοκεῖ.’
‘καὶ ἡμῖν’ ὁ Πατροκλέας εἶπεν.
‘ὀρθῶς’ ἔφην. ‘σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς
τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν
ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδ᾽ Ἀπολλωνίαν οὐδ᾽
Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων
’
1 περιμείνας] add. καὶ προτιμήσας R
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.