Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἄνευ τοῦ παιδεύειν ἔχουσιν: οὕτως ἡ
καθ᾽ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη
τῷ κολάζεσθαι κακία μάλιστ᾽ 1 ἂν γένοιτο
σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς
ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν: ἡ δ᾽ ἀτρέμα
καὶ ‘βραδεῖ ποδί’ κατ᾽ Εὐριπίδην 2 καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη
τοῖς πονηροῖς ταὐτομάτῳ 3 μᾶλλον ἢ τῷ
κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ [p. 421] ἄτακτον. ὥστ᾽ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς
ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν 4 ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.