Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἓν γάρ τι πρᾶγμα
καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ 1 ταῖς καθ᾽
ἡλικίαν μεταβολαῖς οὐδ᾽ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ
συμπαθὲς: ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ
κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, μέχρι ἂν ἡ ποιοῦσα 2 καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία
τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ
ποιεῖν μᾶλλον δ᾽ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν
ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.