Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὔτ᾽
ἤκουον οὔτ᾽ ἦσαν παρ᾽ ἑαυταῖς, ἀλλ᾽ ἔκφρονες [p. 457] καὶ
διεπτοημέναι , πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν , ἐρρέμβοντο πρῶτον
αὐταὶ καθ᾽ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ
περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ
καὶ φόβῳ μεμιγμένας. ἄλλαι δ᾽ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί
τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπ᾽ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ
θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.