Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένου καθ᾽ 1 ἡμᾶς
ἐνταῦθα Πρωτογένους οἰκεῖος [p. 455] καὶ φίλος, ἐν πολλῇ
βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας,
ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον
ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις
ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι, 2 προέμενοι δὲ
πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας. 3 οὐδενὸς οὖν ἀπεχόμενος
αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν
δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε.
2 φυλάττουσι] i. e. servant, tuentur; contrarium est προϊεσθαι
3 συνούσας Cobetus: συνούσας διαφθείρειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.