Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ψυχῆς. ἄλλην οὖν τοσαύτην διελθὼν ὁδὸν
ἔδοξεν ἀφορᾶν κρατῆρα μέγαν, εἰς δὲ τοῦτον
ἐμβάλλοντα ῥεύματα, τὸ μὲν ἀφροῦ θαλάσσης ἢ χιόνων λευκότερον, τὸ δ᾽
ὁποῖον ἶρις 1 ἐξανθεῖ τὸ ἁλουργόν, ἄλλα δ᾽ ἄλλαις βαφαῖς κεχρωσμένα
πρόσωθεν ἴδιον ἐχούσαις φέγγος: ὡς δὲ πλησίον ἦλθον, ὁ κρατὴρ ἐκεῖνος,
ἀφανισθέντος μᾶλλον τοῦ περιέχοντος τῶν τε
χρωμάτων ἀμαυρουμένων, τὸ ἀνθηρότερον ἀπέλιπε [p. 462] πλὴν τῆς
λευκότητος. ἑώρα δὲ τρεῖς δαίμονας ὁμοῦ καθημένους ἐν σχήματι τριγώνου
πρὸς ἀλλήλους τὰ ῥεύματα μέτροις τισὶν ἀνακεραννύντας. ἔλεγεν οὖν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.