Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἑκάστου τοῖς μὲν μᾶλλον
ἐμμένουσι τοῖς δ᾽ ἧσσον. ὅρα δ᾽’ εἶπε
‘τὰ ποικίλα ταῦτα καὶ παντοδαπὰ χρώματα τῶν ψυχῶν: τὸ μὲν ὄρφνιον
καὶ ῥυπαρόν, ἀνελευθερίας ἀλοιφὴν καὶ πλεονεξίας, τὸ δ᾽ αἱματωπὸν καὶ
διάπυρον, ὠμότητος καὶ πικρίας ὅπου δὲ τὸ γλαύκινόν ἐστιν, ἐντεῦθεν
ἀκρασία τις περὶ ἡδονὰς ἐκτέτριπται
μόλις: κακόνοια δ᾽ ἐνοῦσα 1 μετὰ φθόνου τουτὶ τὸ ἰῶδες καὶ ὕπουλον,
ὥσπερ αἱ σηπίαι τὸ [p. 460] μέλαν, ἀφίησιν. ἐκεῖ μὲν γὰρ
ἡ 2 κακία τῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα τὰς
χρόας ἀναδίδωσιν, ἐνταῦθα δὲ καθαρμοῦ καὶ κολάσεως πέρας ἐστί, τούτων
ἐκλεανθέντων, παντάπασι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.