Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
τὰ δὲ χρήματ᾽ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι
τῶν ἀνθρώπων οἱ δὲ συνθέντες; αἰτίαν ἐπ᾽ αὐτὸν ἱεροσυλίας
ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν.
ἐκ δὲ τούτου λέγεται μηνῖσαν 1 τὸ θεῖον
αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε
περιιόντας ἐν ταῖς Ἑλληνικαῖς; πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ
τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρ᾽ αὐτῶν. τρίτῃ δὲ
γενεᾷ Σάμιος Ἰάδμων 2 ἀφίκετο, γένει μὲν
οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.