Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ νεώτερος ἀνωτέρω δὲ
μειράκιον ἦν. μᾶλλον δ᾽ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις 1 ἔοικεν, ἐξ
ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ
χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος: ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον
ἐχθὲς ἄκλητος ἣκει τήμερον: ἄλλος; γάρ
ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν
ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς
Ἀθήνας ἔτει τριακοστῷ, [p. 445] καὶ τὰ νῦν ἤθη καὶ
κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ
γε τοῖς παλαιοῖς ἐοίκασι: ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος
ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ
’
1 Ἐπιχαρμείοις] cf. Lorenz. p. 268 vs 13 sqq.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.