Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτ᾽ Ὀδυσσέα 1 μήτ᾽ Ἀσκληπιὸν
φῦναι μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν : ἄνδρας ἀγαθοὺς καὶ
μεγαλωφελεῖς γενομένους.
’
‘῾ Τὸ δ᾽ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ
βέλτιον εἶναι νομίζεις 2 τοῦ ταχὺ καὶ παραχρῆμα; οἷόν ἐστι τὸ κατὰ
Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ
πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν: καὶ τό, Μίτυος 3 τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα
χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ [p. 431]
κτείναντι τὸν Μίτυν 4 καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα
καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.