Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀνασχούσης καὶ
ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος: οὕτω πολλάκις
ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν
ὕστερον δέ ποτε καὶ δι᾽ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς
κακίαν καὶ ἀρετὴν ἡ φύσις.
’
ἐπεὶ δὲ ταῦτ᾽ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος ‘οὐκ
ἐπαινοῦμέν σ᾽’ εἶπεν ‘ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον, ὡς
τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν
ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν’ οὕτως οὖν ἔφην, ὅτι ὁ Σολεὺς 1 Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.