Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κύκλων καὶ τὰ τάχη τῶν περιφορῶν, ὥσπερ ὄργανα
ἐν τεταγμένοις λόγοις ἔχειν ἐμμέτρως πρὸς ἄλληλα
καὶ πρὸς τὸ ὅλον, εἰ καὶ τὸ ποσὸν ἡμᾶς τοῦ μετρίου διαπέφευγε: τῶν μέντοι λόγων ἐκείνων, οἷς ὁ
δημιουργὸς ἐχρήσατο, καὶ τῶν ἀριθμῶν ἔργον ἡγεῖσθαι τὴν αὐτῆς τῆς ψυχῆς ἐμμέλειαν καὶ ἁρμονίαν πρὸς αὑτήν, ὑφ᾽ ἧς καὶ τὸν οὐρανὸν ἐγγενομένη
μυρίων ἀγαθῶν ἐμπέπληκε, καὶ τὰ περὶ γῆν
ὥραις καὶ μεταβολαῖς μέτρον ἐχούσαις ἄριστα καὶ κάλλιστα πρός τε γένεσιν καὶ σωτηρίαν τῶν γιγνομένων διακεκόσμηκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.