Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν ἀστέρων, οἱ δ᾽ ἄγαν ἀκριβοῦν δοκοῦντες ἐν
ταῖς τῶν ἐπικύκλων διαμέτροις ζητοῦσι τὰς εἰρημένας
ἀναλογίας, ὡς τὴν ψυχὴν ἕνεκα τούτων τοῦ δημιουργοῦ τοῖς οὐρανίοις ἐναρμόσαντος, εἰς ἑπτὰ μοίρας νενεμημένην. πολλοὶ δὲ καὶ τὰ Πυθαγορικὰ δεῦρο μεταφέρουσιν, ἀπὸ τοῦ μέσου τὰς τῶν σωμάτων
ἀποστάσεις τριπλασιάζοντες: γίγνεται δὲ τοῦτο κατὰ μὲν τὸ πῦρ μονάδος τιθεμένης, κατὰ δ᾽ ἀντίχθονα τριῶν, κατὰ δὲ γῆν ἐννέα καὶ κατὰ σελήνην εἰκοσιεπτά, καὶ κατὰ τὸν Ἑρμοῦ μιᾶς καὶ ὀγδοήκοντα, κατὰ δὲ Φωσφόρον τριῶν καὶ μ᾽ καὶ σ᾽, κατ᾽
[p. 201] αὐτὸν δὲ τὸν ἥλιον θ᾽ καὶ κ᾽ καὶ ψ᾽, ὅστις ἅμα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.